[ ]
Pont. — Sebastopolis (Sulusaray) — 4th-5th c. AD? — KHPhS 7.1872/3.2,7 [GVI 1168] — ZPE 87.1991.215,22
1 | [ὄλβ]ιος ὃν μοῖραι παναεικέες ἐ[κπερόωντα] |
[νη]δύος ἀθρήσωσι γαληναίῃσι[ν ὀπωπαῖς]· | |
[ὡς] καὶ ἐγὼ Πά[ν]ταρχος ἀγαυοτ[άτων ἀπὸ πατρῶν] | |
[βλα]στήσας κῦδος μὲν ἐνὶ στρατ[ῷ ἄσπετον εἷλον]· | |
5 | [σῶ]μ’ ἀποδυσάμενος δ’ ἔλαχον [περικαλλέα τύμβον] |
[ἀγ]χινόοις πραπίδεσσι φιλοστό[ργοιο γυναικός]· | |
[ἥ] μοι καὶ παῖδας θυμηδέας, οὓς [τέκεν αὐτή], | |
[σκ]ύμνους αὐχήεντος ὅπως σ[υνέθρεψε λέοντος]· | |
[καί] με θεο[ῖσ]ιν ἔθηκεν ὁμοίιον ἀ[θανάτοισιν]. | |
10 | [ἀτρ]εκέως Πάνταρχος ἐγώ νῦν [μ’ αὐτὸς ἔθηκα] |
[ζηλ]ωτ[ὸ]ν παίδε(σ)σιν ἐμοῖς, οὓς δ[ῖα γυναικῶν] | |
[τίκ]τε καὶ ἠέξησεν ἐνὶ μεγάροις [πολυόλβοις], | |
[Πα]ντάρχ[ω]ν χαρίεντα καὶ ἱμερό[εντα γένεθλα]. | |
[τὸ]ν μὲν γὰρ στρατιῆς [ἐ]ναρίθμιο[ν ἡρώεσσιν] | |
15 | [τῇ σφ]ετέρῃ τιμῇ περιλαμπέα, τὸν [δὲ ποθεινῆς] |
[θρε]ψαμένη πάτρης τηλέκλυτο[ν ἐλπίδ’ ἔθηκεν]· | |
[νόσ]φι δ’ ἐμοὶ θεμένη σ[ῆ]μα κλυτὸ[ν οἵῳ ἀπ’ ἄλλων] | |
[θε]σπεσίης ἀρετῆς πάσης κλέο[ς εὐρὺ ἀνῆκεν], | |
[τιμ]ήεις ὡς ἔσκον ἐν ἀνδράσι κα[ὶ μακάριστος], | |
20 | [μακ]ροῖς αἰώνεσσιν, ἕως μένει [οὐρανὸς εὐρύς], |
[λ]άμπει δ’ ἠέλιος φαέθων τροχ[οείδει φέγγει]. |