[ ] Pont. — Sebastopolis (Sulusaray) — 4th-5th c. AD? — KHPhS 7.1872/3.2,7 [GVI 1168] — ZPE 87.1991.215,22
1 [ὄλβ]ιος ὃν μοῖραι παναεικέες ἐ[κπερόωντα]
[νη]δύος ἀθρήσωσι γαληναίῃσι[ν ὀπωπαῖς]·
[ὡς] καὶ ἐγὼ Πά[ν]ταρχος ἀγαυοτ[άτων ἀπὸ πατρῶν]
[βλα]στήσας κῦδος μὲν ἐνὶ στρατ[ῷ ἄσπετον εἷλον]·
5 [σῶ]μ’ ἀποδυσάμενος δ’ ἔλαχον [περικαλλέα τύμβον]
[ἀγ]χινόοις πραπίδεσσι φιλοστό[ργοιο γυναικός]·
[ἥ] μοι καὶ παῖδας θυμηδέας, οὓς [τέκεν αὐτή],
[σκ]ύμνους αὐχήεντος ὅπως σ[υνέθρεψε λέοντος]·
[καί] με θεο[ῖσ]ιν ἔθηκεν ὁμοίιον ἀ[θανάτοισιν].
10 [ἀτρ]εκέως Πάνταρχος ἐγώ νῦν [μ’ αὐτὸς ἔθηκα]
[ζηλ]ωτ[ὸ]ν παίδε(σ)σιν ἐμοῖς, οὓς δ[ῖα γυναικῶν]
[τίκ]τε καὶ ἠέξησεν ἐνὶ μεγάροις [πολυόλβοις],
[Πα]ντάρχ[ω]ν χαρίεντα καὶ ἱμερό[εντα γένεθλα].
[τὸ]ν μὲν γὰρ στρατιῆς [ἐ]ναρίθμιο[ν ἡρώεσσιν]
15 [τῇ σφ]ετέρῃ τιμῇ περιλαμπέα, τὸν [δὲ ποθεινῆς]
[θρε]ψαμένη πάτρης τηλέκλυτο[ν ἐλπίδ’ ἔθηκεν]·
[νόσ]φι δ’ ἐμοὶ θεμένη σ[ῆ]μα κλυτὸ[ν οἵῳ ἀπ’ ἄλλων]
[θε]σπεσίης ἀρετῆς πάσης κλέο[ς εὐρὺ ἀνῆκεν],
[τιμ]ήεις ὡς ἔσκον ἐν ἀνδράσι κα[ὶ μακάριστος],
20 [μακ]ροῖς αἰώνεσσιν, ἕως μένει [οὐρανὸς εὐρύς],
[λ]άμπει δ’ ἠέλιος φαέθων τροχ[οείδει φέγγει].
Search Help
Contact Us