[ ]
Pont. — Sebastopolis (Sulusaray) — mid-2nd c. AD — CRAI 1892.33,6 [IGR III.115] — ZPE 87.1991.200,12
| 1 | Μ. Ἀντώνιον Σεργία Ῥοῦφον ἀπό τε τῶν πρ[ο]- |
| γόνων διασημότατον κα[ὶ] ἀπὸ τῶν ἰδίων αὐτοῦ | |
| φιλοτειμιῶν λαμπρότατον, πάσας μὲν λειτουρ- | |
| γίας διεξελθόντα, ἐν πάσαις δὲ φιλοτειμίαι[ς] | |
| 5 | εὐδοκιμήσαντα, ἄρξαντα καὶ θιασαρχήσαν- |
| τα πολλάκις, ἀγορανομήσαντα πλεονάκις, | |
| πονταρχήσαντα ἐν τῇ μητροπόλει τοῦ Πό[ν]- | |
| του Νεοκαισαρείᾳ, πολλὰ μὲν καὶ μεγά- | |
| λα ἔργα κατασκευασάμενον δι’ ἐπιμε- | |
| 10 | λείας, πολὺ δὲ πλείονα ἀπὸ τῶν ἑαυτ[οῦ], |
| πρῶτον μὲν ἀνοίξαντα τὸ γυμνάσιον, ἀρ- | |
| χιερασάμενον δὲ διὰ βίου τῷ θειοτάτῳ | |
| Αὐτοκράτορι Ἁδριανῷ μετὰ τῆς διασημο- | |
| τάτης [γ]υναικὸς αὐτοῦ Ἀντωνίας Στρατ[ο]- | |
| 15 | νείκης, κυνηγέσια καὶ μονομαχίας |
| διαφερούσας παρεσχημένον, ἐπιμελη- | |
| θέντα δὲ καὶ τοῦ μετὰ τὴν τελευτὴν ἑαυ- | |
| τοῦ χρόνου καὶ θέας ἐτησίους καὶ φιλοτει- | |
| μίας δαψιλεῖς διὰ βίου καταλιπόντα, | |
| 20 | καί, ὃ μέγιστόν ἐστιν, διάδοχον καὶ τοῦ γένο[υ]ς |
| καὶ τῶν φιλοτειμιῶν τὴν ἑαυτοῦ θυγατέρα | |
| Ἀντωνίαν Μαξίμαν παρασχόμενον καὶ | |
| ὁμώνυμον θυγατριδοῦν ἐξ ἀνδρὸς πρω- | |
| τεύοντος ἐν τῇ μητροπόλει Ἀμασείᾳ καὶ | |
| 25 | παρ’ ἡμεῖν Κορνηλιανοῦ Καπίτωνος |
| καὶ ζῶντα πολλάκις ἡ Σεβαστοπολειτῶν | |
| πόλις καὶ τελευτήσαντα ἐτείμησεν τῇ τῶν | |
| ἀνδριάντων κατὰ φυλὴν ἀναθέσει· ἀνέ- | |
| θηκεν δὲ τοὺς ἀνδριάντας ἀπὸ τ[ῶ]ν ἑα[υ]- | |
| 30 | τῆς ἡ θυγάτηρ αὐτοῦ Ἀντωνία Μαξίμα. |