[ ] Paphl. — Pompeiopolis (Taşköprü) — SEG 43.921
1 καλὸν ἀποφθιμένοισι
δόμεν γονεῦσιν ἀμοι-
    βάς /
δάκρυα καὶ στήλην
5 καὶ τάφον εἰν Ἀΐδαο, /
εἰ δέ τις ἐκμαθεεῖν
ποθέει, τίνος τόδε
    σῆμα, /
εἰς ὀλίγον μείνας
10 γνώσεται ὅσσα θέ-
   λει· /
σὺν Δόμνῃ Δόκιμος
κεῖται σὺν δ’ αὖθι
    Λουκούλλῳ /
15 Ἄφφη Δομνείνου
Καλλίκομός τε Κᾶσις
16a    {²vacat}²
17 Δομνεῖνος μνήμης
    χάριν.
Search Help
Contact Us