[ ] Paphl. — Pompeiopolis (Taşköprü) — Rom. Imp. period — SEG 43.920
1 χήροις ὦ παροδεῖτ’, ὅσσον δ’ ἐ-
σορᾷς φάος ἠοῦς, / εὔφραινν’ ἐν
θαλίαισιν ἑὴν φρένα, τέρπες δ’ αὐτόν /
εἰλαπίναις τε χοροῖς Κύπριδος τ’ ἐρα-
5 ταῖσιν ἐπ’ εὐναῖς, / εἰδὼς τοῦτο σα-
φῶς· ὁ θανὼν ὅτι τῶνδε λέλησται. /
εἰ δὲ θέλις γενεήν τε καὶ οὔνομα τοὐ-
μὸν ἀκοῦσαι, / οὔνομά μοι Κῦρος,
πατρὶς δέ μοι Λάμψακός ἐστιν, /
10 κεῖμαι δ’ ἐν γαίῃ Πομπηίου, φῶς τόδε
λείψας, / πολλὰ κοσμήσας θυμέ-
λαις τὸν θεῖον Ὅμηρον. / {²vac.}²
ζήσας εἴκοσιπεντ’ ἐπὶ τοῖς εἴ[κοσιν](?)
λυκαβάντας, / σῆμ[α δὲ τοὐμὸν ἔ]-
15 TEUCEN A)RHI/FILOS [_ _ _]
τερπνὸς ΟΜΗ[— — — — — —]
ὃς δίχ’ ἐν Υ[— — —]-
λλους εἰ [— — —]
νω[— — —]
20 — — —
Search Help
Contact Us