[ ]
Paphl. — Kaisareia Hadrianopolis — Dere-Köy — 330 AD — SEG 43.915
1 | [— — — — — —]ααεν[— — —] εὐώπιδος ἐν[․․․․] |
[․․․․․] ἕην εἶδος μὲν ἀπειρέσιον μέγα θαῦμα· | |
ἰσορόων γάρ τίς μιν ἐθάνβεεν ἠδὲ τοκῆας | |
οἳ κείνην ἐτέκοντο καὶ οἷ κλέος ἄφθιτον ἦεν | |
5 | ἵνεκά τε πραπίδεσσι καὶ σωφροσύνης ἐριτεί[μου], |
παίδας δ’ ὀρφανικοὺς πίσυρας λίπεν ἄνδρι φερίστῳ· | |
ΟΕ․ΩΝ δάκρυα χέων ἠδ’ ἀχθόμενος φιλότητι | |
στέψας λάεσι τύμβον Ἀλέξανδρος μέγ’ ἔτεισεν, | |
τοίη γὰρ τειμὴ πέλετ’ ἐκ ζώων νεκύεσσιν. / | |
10 | ζήσασα ἔτη κθʹ· ἔτους τλεʹ. |