[ ] Paphl. — Kaisareia Hadrianopolis — Dere-Köy — 330 AD — SEG 43.915
1 [— — — — — —]ααεν[— — —] εὐώπιδος ἐν[․․․․]
[․․․․․] ἕην εἶδος μὲν ἀπειρέσιον μέγα θαῦμα·
ἰσορόων γάρ τίς μιν ἐθάνβεεν ἠδὲ τοκῆας
οἳ κείνην ἐτέκοντο καὶ οἷ κλέος ἄφθιτον ἦεν
5 ἵνεκά τε πραπίδεσσι καὶ σωφροσύνης ἐριτεί[μου],
παίδας δ’ ὀρφανικοὺς πίσυρας λίπεν ἄνδρι φερίστῳ·
ΟΕ․ΩΝ δάκρυα χέων ἠδ’ ἀχθόμενος φιλότητι
στέψας λάεσι τύμβον Ἀλέξανδρος μέγ’ ἔτεισεν,
τοίη γὰρ τειμὴ πέλετ’ ἐκ ζώων νεκύεσσιν. /
10 ζήσασα ἔτη κθʹ· ἔτους τλεʹ.
Search Help
Contact Us