[ ]
Paphl. — Kaisareia Hadrianopolis — Safranbolu — BCH 21.1897.92,1 — IGR 3.146 + 1451, GVI 1044
1 | [τὸν βίον] οὐκ ἐδάην, στυγερὴ δέ με Μοῖρ’ ἀπένεικε |
[νήπι]ον εἰς Ἀΐδην, φωτὸς ἀμερσαμένη· | |
[γαῖα δ]ὲ μ’ οἷς κόλποις κατέχει, κόλπων ἀπὸ μητρὸς | |
[δεξ]αμέ[ν]η Γλυκερὴ[ν] σώφρονος Ἀρριανῆς, | |
5 | [ἣ μ’ ἔ]τεκ’ Ἑρμιανῷ ἀγα[θ]ῷ πατρὶ· σῆμα [δ]ὲ τοὐμὸν |
[οὐ] λίθος ἣν ὁρ[άᾳς], ἀλλ’ ἀρετὴ τοκέων· | |
[ὧν] ὁ μὲν ἐν δήμοις ἄρχων πέλεν ἐκ βασιλῆος, | |
[ἱ]ππικός, ἡ δ’ ἄρ’ ἔην ἄνθος ἀπ’ εὐγενίης. | |
8a | {²vacat}² |
9 | [ὅ]στις δ’ ἂν νε[κρὸ]ν {²⁷νέ[κυ]ν GVI}²⁷ ἄλλον [ὑ]πὸ χθονὶ τῇδε καλύ[ψῃ], |
10 | [ἢ ’μ]προσθ’ ἢ ’ξόπιθεν, δώσει θωὴν βασιλ[ῆϊ], |
[χρυ]σῶν τόνδ’ ἀριθμὸν ὃν τόδε γράμμα λέ[γει]· / | |
φʹ. |