[ ] Paphl. — Kaisareia Hadrianopolis — Safranbolu — BCH 21.1897.92,1 — IGR 3.146 + 1451, GVI 1044
1 [τὸν βίον] οὐκ ἐδάην, στυγερὴ δέ με Μοῖρ’ ἀπένεικε
[νήπι]ον εἰς Ἀΐδην, φωτὸς ἀμερσαμένη·
[γαῖα δ]ὲ μ’ οἷς κόλποις κατέχει, κόλπων ἀπὸ μητρὸς
εξ]αμέ[ν]η Γλυκερὴ[ν] σώφρονος Ἀρριανῆς,
5 [ἣ μ’ ἔ]τεκ’ Ἑρμιανῷ ἀγα[θ]ῷ πατρὶ· σῆμα [δ]ὲ τοὐμὸν
[οὐ] λίθος ἣν ὁρ[άᾳς], ἀλλ’ ἀρετὴ τοκέων·
[ὧν] ὁ μὲν ἐν δήμοις ἄρχων πέλεν ἐκ βασιλῆος,
[ἱ]ππικός, ἡ δ’ ἄρ’ ἔην ἄνθος ἀπ’ εὐγενίης.
8a                   {²vacat}²
9 [ὅ]στις δ’ ἂν νε[κρὸ]ν {²⁷νέ[κυ]ν GVI}²⁷ ἄλλον [ὑ]πὸ χθονὶ τῇδε καλύ[ψῃ],
10 [ἢ ’μ]προσθ’ ἢ ’ξόπιθεν, δώσει θωὴν βασιλ[ῆϊ],
[χρυ]σῶν τόνδ’ ἀριθμὸν ὃν τόδε γράμμα λέ[γει]· /
                     φʹ.
Search Help
Contact Us