[ ] Paphl. — Kaisareia Hadrianopolis — Sipahiler — SEG 43.911
1 χαίροις —— χαιρόμενος μέγα, ξένε, δεῦρ’ ἀνάγνωθι·
Πρεῖσκος ἀνὴρ κεῖται, πολλῶν φίλος ἠδ’ ὑπολήπτ<ω>ρ,
ὅς ποτ’ ἐν<ὶ> στρατι<ῇ> δοκ[ι]μὴν συνκλήτῳ ἔδωκεν
ἆθλά τε πάντ’ ἐποίησε ὅσ’ ἀεί ποτε ἐποίσεν Ἀχιλλεύς
5 ἤθ’ [υἱὸς] Πριάμοιο, ἶσον καὶ Πρεῖ<σ>κος ἐποίσεν.
θάμ[β]ησεν δ’ α[ὐ]τὸν μέγας αὐτοκράτωρ Τραιανός
κάλλος τ’ ἡλικίην τε βίην καὶ ἄντος {²⁶ἄνθος}²⁶ ἔχοντα,
δῶκε δὲ οἷ μεγάλην ἀρχήν, νεικηφόρον ἄθλων
[ἐ]στεφάνωσε καλῶς καὶ αὐτῷ τὸ σκῆπτρον ἔδωκεν,
10 [ση]μεῖον βασίλειον, οἷο<ν> δωρήσατο δῶρον
σημείαις προάγειν, λαὸν δ’ ἐφύλασσεν ἅπαντα.
ὥς δ’ ἐτέλεσσεν ἀγῶνα μέγαν κ’ ἐπελήλυθε πάτρᾳ,
φένγος πᾶσιν ἔλ<α>νψε, μάλιστα δ’ ἑοῖσι γονεῦσιν,
καὶ τότε νοῦν ἔστρεψεν ἀροτρεύειν πατρ<ί>αν γῆν,
15 πάντα ποιῶν ἅμα καὶ θρεππτοῖς ἐπέτελλε γεωργοῖς
ἄρμενα πάντα ποιεῖν, ὅσα Ἡσίοδος περὶ γεωργοὺς
[ἐξα]μάειν καρποὺς μεγάλους ἐπεδείξατ’ ἀφεὶς τώς.
β[ρῖσε δ’ ὅ]λοις ἀγαθοῖσι πολὺν χρόνον ἰσπαταλήσας,
ὄλβῳ καὶ πλούτῳ κεκορ<ε>σμένος εἰς ἀνάπαυσιν.
Search Help
Contact Us