[ ] Paphl. — Kaisareia Hadrianopolis — Üçbaş — BCH 13.1889.313,21-22 — GVI 2022
1 τετραετὴς μὲν ἐγὼ Ἱέρων ἔλιπον φάος ἠελίοιο
τετραετὲς ․․․ΛΛΕ πατὴρ καὶ πότνια μήτηρ
πένπτου καὶ [— —]οντα μ’ ἐπ’ ἀργαλεαῖσι κελεύθοις
δῶκεν Μοῖρα φέρεσθαι· ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἔγωγε
5 ἥβης μέτρον ἱκέσθαι ἐπηράτου οὔτε γονεῦσιν
θρέπτρα φίλοις ἀποδοῦναι, οἳ ἐμὸν πότμον γοοῶντες
οὐδέποτ’ εὐφροσύνῃ τετραμμένον ἦτορ ἔχεσκον
ἀλλ’ αἰεὶ ἀλίαστον ὀδυρόμενοι κατὰ δῶμα
παῖδα φίλον ποθέεσκον· ὅδ’ αὖ προτιδέγμενος αἰεὶ
10 τῷδ’ ὑπὸ σήματι κεῖμαι καὶ ἐπὶ στήλῃ προγέγραμμαι.
οἷο κασιγνήτοιο δεδουπότος {αν} ἀνχόθι κε<ῖμ>αι {⁴ΚΕΝΣΑΙ}⁴,
οὔνομ’ Ἀλέξανδρος, Μοίρης ὑπὸ αὐδησάσης
οὔνομ’ Ὀλυ<μ>πιόδωρος ἐγὼ καὶ Λούκιος ἄνφω
δοιὸ κασιγνήτω{ν}, δοιοὶ ἔτι ἀχνύμενοι κῆρ,
15 γράψαμεν στηλῇσιν, ἵν’ ἀριφραδὲς ἠρίον εἴη.
Search Help
Contact Us