[ ] Paphl. — Kais. Hadrianop.: Köyceǧiz — mid-3rd c. AD — EA 4.1984.61-62 — SEG 34.1271
1 τήνδ’ ἀρετῆς ἐπίσημον
ὅρα στήλην, παροδεῖτα· /
κεῖται γὰρ Δομιτίλλα κόρη
τῷδ’ ἔνδοθι τύμβῳ /
5 τὸν τῆς σωφροσύνης
ἀραμένη στέφανον· /
μούνη γὰρ κουρῶν, ὅσσας ἄγον
εἰς ὕβριν ἄνδρες, /
οὕς ἄγαγ’ ἐκ Πόντοιο θεῶν
10 χόλος ἡδέ τε μοῖρα, /
τῶν τότε βαρβαρικαῖς
χερσὶν ἀπολλυμένων /
οὐκ ἔτρεσεν τὸ θανεῖν
ἀνθ’ ὕβρεως στυγερᾶς· /
15 ἑπτὰ μόνων μηνῶν δὲ
φίλον πόσιν εὐφράνασα /
παρθενικὸν λίπε φῶς
τετρὰς καὶ δεκέτης. /
     χαῖρε.
Search Help