[ ] Paphl. — Kaisareia Hadrianopolis — Deresamail — 252/3 AD — EA 4.1984.72,14 — SEG 33.1110
1 μ<ὴ> παρίδῃς, παροδεῖτα, θεοῖς ἐναλίνκιον ἤδη
κείμενον ἐν δαπέδῳ ἰδίῳ ἔξοχον ἄλλων,
ἀλλὰ σιγῇ πνεύσας ἀνάγνωθι, μαθὼν ἐπὶ σήματι ἐγὼ̣ν
ὅστις ὅδ’ εἰμι θανὼν καὶ τίνω<ν>(?)· εὔχομαι εἶναι
5 [Αὐρ.] Ἀλέξανδρος Κουλει, μητρὸς δὲ Κλεοπάτρης,
εὐσεβίην ἀγαθῶν πρὸς παίδων τε τηλίκων
Ποντικοῦ ἠδέ τε Ῥούφου καὶ Ἀλεξάν<δρου> παναρίστο[υ]
Κουιας τε δάμαρτος ποθεούσης γλυκύνο[υ]. /
ἔτος ηνσʹ.
10
Search Help
Contact Us