[ ]
Paphl. — Kaisareia Hadrianopolis — Boncuklar — 6th c. AD — Trav.Mém. 9.1985.379-419 [2] — SEG 35.1360
1 | ☩ Φλ(άβιος) Σωτήρ(ιος) Μαριανὸς Μηχαήλ|ιος Γαβριήλιος Ἰωάννης Θεό|δωρος Νικήτας Θεόδωρος |
Βο͂νος Εὐτρόπιος Ὀλύμπιος | Ἰωάνης σὺν θ(ε)ῷ σκρίβων τοῦ θίου | μεγάλου παλατίου τοῖς | | |
θεοφιλ(εστάτοις) μ(ε)γ(άλοις) κ(αὶ) λ(επτοῖς) | κτήτορ(σι) τοῖς τε νῦν οὖσιν (καὶ) με(τὰ) ταῦτα | ἐσομένοις ταύτης τῆς | |
Ἁδριανουπολ(ιτῶν) πόλ(εως) τῆς Ὁνορ(ιάδος) | ἐπαρχ(ίας)· ἐπιδήπερ ὁ θεοφύλ(ακτος) | (καὶ) καλλίνικος τῆς ὅλης οἰκουμ(ένης) | |
5 | δεσπότης παρεκελεύσα|το τῇ ἐμῇ μετριότητι διὰ θίου | αὐτοῦ κομονητουρ(ίου) τοῦ (καὶ) ἐμφ(ανοῦς) |
παρ’ ἐμοῦ γεναμ(ένου) ἐν τῷ σεικρίτῳ | Ἰωάνου τοῦ ὁσιοτ(άτου) ἐπισκ(όπου) ταύτης τῆς | πόλ(εως), παρακελευομ(ένου) μοι ἐφ’ ᾧ | |
ὑπὸ σύνλιμψ(ίν) με ποιήσασθαι τοὺς | λεγομένους ξυλοκαβαλ(λαρίους) (καὶ) ἀτά|κτους βιοῦντας (καὶ) τούτους ποίναις | |
καθυποβάλε νομίμοις, ἀφελέσ|θε δὲ παρ’ αὐτῶν τούς τε ἵππους | (καὶ) τὸ ἅρμα (καὶ) ἐκπέμψε κατὰ τὴν̣ | |
πανευδέμο(να) (καὶ) βασιλ(ίδα) πόλ(ιν), (καὶ) τούτους | παρασκευάσε τοῦ λοιποῦ τοῖς | ἰδίοις σχολάσε τόποις, προσ- | |
10 | επὶ τούτοις δὲ ἀναψιλαφῖσε καὶ̣ | τοὺς πρὸ ὀλίγου τούτου χρό(νου) κτήτορ(ας) | τοὺς ἐξομοσαμ(ένους) ἐπὶ Φωκᾶ τοῦ̣ |
ἐνδοξοτ(άτου) τὸ τινικαῦτα γεναμέ(νου) | βίας κω̣[λ(υτοῦ) πλ]ίω τῶν (δέκα) ἀνδρ(ῶν) | μὴ ἐσχηκ(έναι) ἕκαστ(ον) αὐτῶ(ν) πρὸς | |
ὑπουργί(αν), (καὶ) τοὺς ὡς εἰκ(ὸς) φενομ(ένους) περιπε|σῖ(ν) τῇ τὸ [τινικαῦ]τ(α) ἐξομοσίᾳ εἰσ̣|πρᾶξαι τὸ ἐμφερόμ(ενον) ἐν αὐταῖς | |
πρόστιμο(ν) (καὶ) εἰσκομίσε τῇ θίᾳ σακ|κέλλ(ῃ), [τὸν δὲ ῥιπ]άρ(ιον) κομίσασ̣|θε παρ’ ἑκάστου κτήτορος | |
ἐν ἑκάστι πόλ(ει) ἐνομο(τον) ὁμολογ(ίαν) | ὡς πλίῳ [τῶν πέντ]ε̣ (καὶ) μόν(ον) ἄνδρ̣(ας) <μὴ ἔχειν> | (καὶ) αὐτ(οὺς) ἐπ’ ἐλευθερ(ικῷ) βιοῖν ΜΑΡ[․] | |
15 | ἄνευ ὅπλ(ου) παντύου μὴ καβαλλι|κεύιν ἢ <π>α[․․․․]ε̣φιν, τὰ οὖν θι|οδῶς μοι ἐνκελευσθ(έντα) μ(ε)τ(ὰ) πάσ(ης) |
σπουδ(ῆς) ἔργῳ παραδεδοκὼς | ἀπὸ τοῦ νῦν παρεγγυῶ διὰ | τοῦδέ μου τοῦ προθέματος | |
ὑμῖν τε πᾶσιν τοῖς τε νῦν οὖσι | κτήτορσιν (καὶ) φρ(οντισταῖς) (καὶ) μ(ε)τ(ὰ) ταῦτα | μέλλουσιν γίνεσθε πλίω | |
τῶν πέντε ἀνθρ(ώπων) μὴ ἔχιν | μ<ε>θ’ ἑαυτ(ῶν) εἰς ὑπουργί(αν) αὐτ(ῶν) | ἄνευ ὅπλ(ου) ἐπ’ ἐλευθερ(ικῷ) βιοῦντ(ας) | |
εἰδότες ὡς ἤ τεις τῶν πάντ(ων) | παραβῖναι βουλιθῖ (καὶ) παρεν|θέσθε τὰ θιοδ(ῶς) κελευσθ(έντα) | |
20 | ὑποκίσετ(αι) ποινῇ χρ(υσίου) λ(ιτρῶν) δέκα, | οὐ μόνο(ν) δὲ τοῦτο ἀλλὰ (καὶ) περὶ | αὐ<τ>ὴν τὴν ζωὴν κινδυνεύσ̣ι̣. ☩ |