[ ]
Paphl. — Amastris (Amasra) — Meğre, nr. Gökgöz — 209 AD — SbBerlin 1888.886,61 — BCH 13.1889.312,20 — IGR 3.90 + 1435, OGIS 531
1 | ἀγα[θῆι τύ]χηι· v θεῷ [π]ατρῴῳ Διὶ Βονιτηνῷ |
Μᾶρ[κος] Αὐρήλιος Ἀλέξανδρος Γαίου τοῦ | |
καὶ Ἀρειπίου τοῦ προστάτου καὶ γενεάρχου | |
ἐκ προγόνων καὶ κτίστου τῶν ἱερῶν τόπων | |
5 | καὶ τροφέως ἀσυνκρίτου καὶ πρώτου ἄρχοντος |
καταρξαμένου τῶν θεμελίων τοῦ ναοῦ | |
ὁ γενεάρχης καὶ προστάτης καὶ κτίστης καὶ τρο- | |
φεὺς καὶ ἀρχιερεὺς τοῦ Πόντου, ἄρξας τὴν μεγί- | |
στην ἀρχὴν τῆς λαμπροτάτης Ἀμαστριανῶν | |
10 | πόλεως, Βειθυνιάρχης καὶ Ποντάρχης τειμη- |
θεὶς ὑπὸ θεοῦ Ἀντωνείνου, πάσαις ταῖς τῆς | |
πολειτείας τειμαῖς διαπρέψας, κατασκευάσας | |
τὸν ναὸν μετὰ παντὸς τοῦ κόσμου {²vac.}² | |
ἀφιέρωσεν {²vac.}² ἐν τῷ θοσʹ ἔτει. {²vac.}² |