[ ]
Paphl. — Amastris (Amasra) — JÖAI 28.1933,Beibl.75,26 — GVI 1863
1 | τίς τίνος ἀμφὶ π[έτ]ρῃ κέκ[λ]ι[σα]ι [τῇδ’, οὔ]νο[μα] φράζε· |
Παυλεῖνα. τίνος, [ε]ἰπέ, [γ]υνή· Φιλομ[ήτ]ορος, ὅς με | |
λοιμῷ τῇδε πέτρῃ [θ]άψεν [ἀπ]οφθιμένην. | |
τίς δέ σοι ἦν γενέτης; Χρύσης ἐμὲ γε[ίν]ετο {²⁶γείνατο}²⁶ πρόσθεν. | |
5 | ἄρσενα παῖδ’ ἔλιπες θα[λ]άμοις; ἕνα [νυμ]φευθεῖσα. |
πόστον δ’ ἔσχες ἔ[τ]ος βιότου τέλος [ἀθ]ρήσασα; | |
ὀγδόῳ [ε]ἰκοστῷ μοῖραν ἔτλην βιότου. {²vac.}² |