[ ]
Paphl. — Amastris (Amasra) — 131 AD — EA 6.1985.133,2 — SEG 35.1317
1 | ἀγαθῇ τύχῃ. |
ὑπὲρ τῆς Αὐτοκράτορος Καίσα- | |
ρος θεοῦ Τραιανοῦ Παρθικοῦ υἱοῦ, | |
θεοῦ Νέρουα υἱωνοῦ, Τραιανοῦ | |
5 | Ἁδριανοῦ Σεβαστοῦ ἡγεμο- |
νίας τε καὶ αἰωνίου διαμονῆς | |
καὶ νείκης καὶ ἱερᾶς συνκλή- | |
του καὶ δήμου Ῥωμαίων καὶ | |
βουλῆς καὶ δήμου τοῦ Ἀμαστρι- | |
10 | ανῶν {²vac.}² Γάϊος Ἡλιοφῶντος |
ἐφηβαρχήσας ἐν τῷ v ασʹ v | |
ἔτει ἐπὶ τῶν περὶ Λ. Αἴλιον | |
v? Αἰλιανὸν ἀρχόντων τὸν σά- | |
τυρον σὺν τῷ βωμῷ ἐκ τῶν | |
15 | ἰδίων κατασκευάσας ἀνέ- |
θηκεν ἐνγράψας καὶ τοὺς | |
ὑπ’ αὐτὸν ἐφήβους. |