[ ] Paphl. — Amastris (Amasra) — 62 AD — SbBerlin 1888.876,27 — IGR 3.89
1       ὁ δῆμος
μαρτυρεῖ Παρμενίσκῳ
καὶ Φαρνάκῃ τοῖς Δαι-
μένους τοῦ τρὶς ἀρχι-
5 ερέος κατὰ τὸ ἑξῆς καὶ
ἀγωνοθέτου υἱοῖς ἀρ-
χιερεῦσιν καὶ εὐθηνιάρ-
χαις καὶ ἐπιστάταις καὶ
<ἀγορα>νόμοις {ἀγορανόμων} καὶ
10 εὔχεται Διὶ Στρατηγῷ
καὶ Ἥρᾳ τοῖς πατρίοις θε-
οῖς καὶ προεστῶσιν τῆς
πόλεως τοιούτους γεί-
νεσθαι τοὺς ἀγορανό-
15 μους πάντας ὁποῖοι ἐγέ-
νοντο Παρμενίσκος κα[ὶ]
Φαρνάκης οἱ τροφεῖς.
ἔτους βλρʹ.
Search Help
Contact Us