[ ] Paphl. — Abonouteichos (İnebolu) — Çatalzeytin — SEG 43.902
1 στῆθι, φίλε, καὶ ἄκουσον
ἐμὴν δυσάρεστον ἀκουήν· /
Δημαρέτην φθιμένην
τύμβος ὅδε κατέχει, /
5 ἥν ποτε μὲν ζωοῦσαν τε[τεί]-
μακαν κάλλει πάντες, /
νῦν δ’ ἐποδυρόμενοι·
μεῖζον ἔθον τὸ κλέος /
ἐστι καὶ ἐν δακρύοις ἀπλέτο[ις]
10 χάρις ἥδε πέφυκεν· / δόξης
ἀϊδίου μαρτυρίη φθιμένων /
μητρὶ ἐμῇ λιποῦσα δά-
κρυα καὶ κήδεα λυγρά· /
ἐξῆλθον βιότου ὀκτὼ καὶ
15 δέκα ἐτῶν. /
Search Help
Contact Us