[ ]
Paphl. — Abonouteichos (İnebolu) — 137/6 BC? — IRAIK 8.1902.153 — Num.Chron. 5.1905.113
1 | ἀγαθῆι τύχηι· βασιλεύοντος Μι- |
θραδάτου Εὐεργέτου ἔτους αξρʹ | |
μηνὸς Δίου· ἔδοξεν φράτορσιν· Δάιπ- | |
ος Κρίτωνος ἱερατεύων εἶπεν· ἐ- | |
5 | πειδὴ Ἄλκιμος Μηνοφίλου στρατη- |
γὸς, τιμηθεὶς ὑπὸ τοῦ κοινοῦ χρυ- | |
σῶι στεφάνωι, ἀποδεξάμενος τὴν | |
χάριτα πολλαπλασίοσι τιμαῖς | |
[κ]αὶ ἐπ<ι>δόσεσιν <η>ὔξησεν τὴν φρά- | |
10 | [τρ]αν, προσεπιστεφανώσας καὶ |
ἀργυρίου {τε} δραχ. σʹ καί τινας τῶν | |
πρεσβυτέρων χρυσοῖς στεφά- | |
νοις· δεδόχθαι τοῖς φράτορσιν ἐ- | |
παινέσαι τε αὐτὸν, καὶ προσγράψαι | |
15 | τῶι τῶν φρατόρων νόμωι ——πρὸς τὸ μὴ |
μόνον ἐπὶ τῆς νῦν ἡλικίας τάς τε | |
τῶν στεφάνων ἀναγορεύσεις καὶ | |
ἐπαίνων ἀεὶ συντελεῖν κατὰ τὸ δο- | |
χθὲν, ἀλλὰ καὶ παρὰ τῶν ἐγγόνων | |
20 | διὰ τέλους—— τὰ αὐτὰ φιλάνθρωπα ὑπάρ- |
χειν αὐτῶι τε καὶ τοῖς ἐγγόνοις αὐ- | |
τοῦ, γραφῆναι τε τὸ ψήφισμα τοῦτο | |
διὰ Μάτριος εἰστήλην {²⁶εἰς στήλην}²⁶ λευκόλιθον | |
καὶ ἀναθεῖναι αὐτὴν πρὸς τῶι τοῦ | |
25 | Διὸς Ποαρινοῦ ἱερῶι. |