[ ]
Paphl. — Abonouteichos (İnebolu) — 137/6 BC? — IRAIK 8.1902.153 — Num.Chron. 5.1905.113
| 1 | ἀγαθῆι τύχηι· βασιλεύοντος Μι- |
| θραδάτου Εὐεργέτου ἔτους αξρʹ | |
| μηνὸς Δίου· ἔδοξεν φράτορσιν· Δάιπ- | |
| ος Κρίτωνος ἱερατεύων εἶπεν· ἐ- | |
| 5 | πειδὴ Ἄλκιμος Μηνοφίλου στρατη- |
| γὸς, τιμηθεὶς ὑπὸ τοῦ κοινοῦ χρυ- | |
| σῶι στεφάνωι, ἀποδεξάμενος τὴν | |
| χάριτα πολλαπλασίοσι τιμαῖς | |
| [κ]αὶ ἐπ<ι>δόσεσιν <η>ὔξησεν τὴν φρά- | |
| 10 | [τρ]αν, προσεπιστεφανώσας καὶ |
| ἀργυρίου {τε} δραχ. σʹ καί τινας τῶν | |
| πρεσβυτέρων χρυσοῖς στεφά- | |
| νοις· δεδόχθαι τοῖς φράτορσιν ἐ- | |
| παινέσαι τε αὐτὸν, καὶ προσγράψαι | |
| 15 | τῶι τῶν φρατόρων νόμωι ——πρὸς τὸ μὴ |
| μόνον ἐπὶ τῆς νῦν ἡλικίας τάς τε | |
| τῶν στεφάνων ἀναγορεύσεις καὶ | |
| ἐπαίνων ἀεὶ συντελεῖν κατὰ τὸ δο- | |
| χθὲν, ἀλλὰ καὶ παρὰ τῶν ἐγγόνων | |
| 20 | διὰ τέλους—— τὰ αὐτὰ φιλάνθρωπα ὑπάρ- |
| χειν αὐτῶι τε καὶ τοῖς ἐγγόνοις αὐ- | |
| τοῦ, γραφῆναι τε τὸ ψήφισμα τοῦτο | |
| διὰ Μάτριος εἰστήλην {²⁶εἰς στήλην}²⁶ λευκόλιθον | |
| καὶ ἀναθεῖναι αὐτὴν πρὸς τῶι τοῦ | |
| 25 | Διὸς Ποαρινοῦ ἱερῶι. |