[ ]
Pont. — Herakleia (Ereğli) — 2nd-3rd c. AD — SEG 31.1072
1 | ἔσχατα μερόπων δώματα καὶ τείχεα |
τύμβοι / πιστότερα δόμων σώμασιν | |
δακρύων παραθῆκαι, / ἄφθορα νεκύων | |
κτήματα τὰ μόνα παραμένοντα, / σειγῆς | |
5 | πόλις, οἶκος ἴδιος ἡ μένουσα / κοίτη, ᾗ παρατί- |
θεται τὸ κάλλος ἰσφέρουσα μορφὴ / καὶ οὐκέτι | |
μεθ’ ὕπνους ἀπέλαβε, ἀλλὰ γέγονε γυμνή. | |
τίς πέλας ὁ τάφος, καὶ τίνα κατέχει νέκυν ἔνοικον; | |
[σ]τυγνὰ τροπαῖα βίου λελυμένα π̣ηγνυμένων | |
10 | σημεῖα, νεκύων στῆλαι, ῥήματα θανόντων, |
τοῖς ἀλάλοισι λαλήσατε γράμμασι· τίς βροτὸς | |
ὧδε κατέλιπεν ὄνομα τὸ σῶμα προδαπανήσας; | |
Κρίσπος φαρίης γῆς σταχυητρόφου τε Νείλου | |
ὑπὸ σήματι τῷδε κρύπτεται θανὼν πολείτης, | |
15 | τῆς ἐνρύθμου τραγῳδίας στέφος λαβὼν τὸ πρῶτον. |
τὸν χειρονομοῦντα θαυμάσας καὶ δοξάσας ὁ κόσμος | |
ἄνθος χρύσεον τῶν ἰδίων εἶδε θεάτρων· | |
οὗ λαμπομένην [τ]ὴν χάριν ἔσβεσεν ἀδοκήτως | |
ὁ τρισὶν δεκάσιν πληρουμέναις λιπὼν ἐνιαυτός. |