[ ] Pont. — Herakleia (Ereğli) — 2nd-3rd c. AD — SEG 31.1072
1 ἔσχατα μερόπων δώματα καὶ τείχεα
τύμβοι / πιστότερα δόμων σώμασιν
δακρύων παραθῆκαι, / ἄφθορα νεκύων
κτήματα τὰ μόνα παραμένοντα, / σειγῆς
5 πόλις, οἶκος ἴδιος ἡ μένουσα / κοίτη, ᾗ παρατί-
QETAI TO\ KA/LLOS I)SFE/ROUSA MORFH\ %3 KAI\ OU)KE/TI
μεθ’ ὕπνους ἀπέλαβε, ἀλλὰ γέγονε γυμνή.
τίς πέλας ὁ τάφος, καὶ τίνα κατέχει νέκυν ἔνοικον;
[σ]τυγνὰ τροπαῖα βίου λελυμένα π̣ηγνυμένων
10 σημεῖα, νεκύων στῆλαι, ῥήματα θανόντων,
τοῖς ἀλάλοισι λαλήσατε γράμμασι· τίς βροτὸς
ὧδε κατέλιπεν ὄνομα τὸ σῶμα προδαπανήσας;
Κρίσπος φαρίης γῆς σταχυητρόφου τε Νείλου
ὑπὸ σήματι τῷδε κρύπτεται θανὼν πολείτης,
15 τῆς ἐνρύθμου τραγῳδίας στέφος λαβὼν τὸ πρῶτον.
τὸν χειρονομοῦντα θαυμάσας καὶ δοξάσας ὁ κόσμος
ἄνθος χρύσεον τῶν ἰδίων εἶδε θεάτρων·
οὗ λαμπομένην [τ]ὴν χάριν ἔσβεσεν ἀδοκήτως
ὁ τρισὶν δεκάσιν πληρουμέναις λιπὼν ἐνιαυτός.
Search Help
Contact Us