[ ]
Pont. — Herakleia (Ereğli) — 2nd-3rd c. AD — SEG 31.1072
| 1 | ἔσχατα μερόπων δώματα καὶ τείχεα |
| τύμβοι / πιστότερα δόμων σώμασιν | |
| δακρύων παραθῆκαι, / ἄφθορα νεκύων | |
| κτήματα τὰ μόνα παραμένοντα, / σειγῆς | |
| 5 | πόλις, οἶκος ἴδιος ἡ μένουσα / κοίτη, ᾗ παρατί- |
| θεται τὸ κάλλος ἰσφέρουσα μορφὴ / καὶ οὐκέτι | |
| μεθ’ ὕπνους ἀπέλαβε, ἀλλὰ γέγονε γυμνή. | |
| τίς πέλας ὁ τάφος, καὶ τίνα κατέχει νέκυν ἔνοικον; | |
| [σ]τυγνὰ τροπαῖα βίου λελυμένα π̣ηγνυμένων | |
| 10 | σημεῖα, νεκύων στῆλαι, ῥήματα θανόντων, |
| τοῖς ἀλάλοισι λαλήσατε γράμμασι· τίς βροτὸς | |
| ὧδε κατέλιπεν ὄνομα τὸ σῶμα προδαπανήσας; | |
| Κρίσπος φαρίης γῆς σταχυητρόφου τε Νείλου | |
| ὑπὸ σήματι τῷδε κρύπτεται θανὼν πολείτης, | |
| 15 | τῆς ἐνρύθμου τραγῳδίας στέφος λαβὼν τὸ πρῶτον. |
| τὸν χειρονομοῦντα θαυμάσας καὶ δοξάσας ὁ κόσμος | |
| ἄνθος χρύσεον τῶν ἰδίων εἶδε θεάτρων· | |
| οὗ λαμπομένην [τ]ὴν χάριν ἔσβεσεν ἀδοκήτως | |
| ὁ τρισὶν δεκάσιν πληρουμέναις λιπὼν ἐνιαυτός. |