[ ] Pont. — Herakleia (Ereǧli) — 2nd c. AD
a.1 πᾶσαν ἐπίστασθαι χάριν ὁμολογοῦμεν Μαρκίῳ Ξ̣ε-
νοκράτῃ τῷ ὑμετέρῳ πολεί<τῃ> καὶ διὰ τὴν τῶν
ἠθῶν σεμνότατα καὶ διὰ τὴν τοῦ βίου κο-
σμιότατα. αὔξει μὲν καὶ γεραίρει τὸ τῆς ὐ-
5 μετέρας πόλεως ἀξίωμα, κοσμεῖ δὲ τὸ ἱε-
ρὸν ἡμῶν συνέδριον, οὐ μόνον τῇ κατὰ τὸ
ἔργον ἀρετῇ ἧς ἐστὶν περιβόητος, ἀλλὰ
καὶ <τ>ῇ κατὰ τὴν εὔνοιαν σπουδῇ φιλοτειμό-
τατος ὑπάρχων, ὡς καὶ τοὺς καθ’ ἕνα τῶν ἡμε-
10 τέρ̣ων συνοδιτῶ<ν> εὐεργετεῖν καὶ ἐν τοῖς
τῷ κοινῷ ἀνήκουσι προθύμως ἅπαντα πράτ-
τειν, ὡς καὶ ἤδη διὰ τῆς ἑαυτοῦ προνοίας
οὐ κοινὰ οὐδὲ τὰ τυχόντα κατορθῶσαι ἡμεῖ-
ν. ὅθεν εὐεργετουμένοις τοσαῦτα μόνως οὕ-
15 τως ἐλογισάμ̣εθα δύνασθαι τὴν καταξίαν τῆς
χάριτος ἀμ̣οιβὴν ἀποτίνειν ΤΡΙΑΝΩ ὑμ̣εῖν οὓς
φιλτάτους κέκρικεν αὐτῷ, ὁμολογοῦντες ε̣[ἰ]-
δέναι μὲν χάριν αὐτοῖς, συνηδόμ̣ενοι δὲ ὅτι
τοιοῦτον εὐτύχησε πολείτην. ἀνθ’ ὧν ἄλ[λως]
20 καὶ ἔδοξεν τῇ ἱερᾷ ἡμῶν Ἁδριανῇ Ἀντ[ων]εί[νῃ] περι-
[πολι]στικῇ θ̣υμ̣ε[λ]ικῇ μεγάλῃ νεωκόρῳ ἐπὶ Ῥώ-
μη<ς> συνόδῳ ψήφισμα στ[— — —]τον[— — —]λμα․[—]-
ρα εἰκών[— — —] καὶ ἀ[ν]δριάντ[— — — —]
                ἀναστάσε[— — — —]
b.1 ἀνέστη[— — —]
ἐπὶ ὑπάτων Κυ(ίντου)
Φαβίου Κατυλλεί-
νου, Μ(άρκου) Φ[λ]αβίου Ἄ-
5 περος, ἐπὶ δὲ βα-
σιλείας Ἡρακλείδου
Ἡρακλείτου.
Search Help