[ ]
Pont. — Herakleia (Ereğli) — 2nd c. AD
a.1 | πᾶσαν ἐπίστασθαι χάριν ὁμολογοῦμεν Μαρκίῳ Ξ̣ε- |
νοκράτῃ τῷ ὑμετέρῳ πολεί<τῃ> καὶ διὰ τὴν τῶν | |
ἠθῶν σεμνότατα καὶ διὰ τὴν τοῦ βίου κο- | |
σμιότατα. αὔξει μὲν καὶ γεραίρει τὸ τῆς ὐ- | |
5 | μετέρας πόλεως ἀξίωμα, κοσμεῖ δὲ τὸ ἱε- |
ρὸν ἡμῶν συνέδριον, οὐ μόνον τῇ κατὰ τὸ | |
ἔργον ἀρετῇ ἧς ἐστὶν περιβόητος, ἀλλὰ | |
καὶ <τ>ῇ κατὰ τὴν εὔνοιαν σπουδῇ φιλοτειμό- | |
τατος ὑπάρχων, ὡς καὶ τοὺς καθ’ ἕνα τῶν ἡμε- | |
10 | τέρ̣ων συνοδιτῶ<ν> εὐεργετεῖν καὶ ἐν τοῖς |
τῷ κοινῷ ἀνήκουσι προθύμως ἅπαντα πράτ- | |
τειν, ὡς καὶ ἤδη διὰ τῆς ἑαυτοῦ προνοίας | |
οὐ κοινὰ οὐδὲ τὰ τυχόντα κατορθῶσαι ἡμεῖ- | |
ν. ὅθεν εὐεργετουμένοις τοσαῦτα μόνως οὕ- | |
15 | τως ἐλογισάμ̣εθα δύνασθαι τὴν καταξίαν τῆς |
χάριτος ἀμ̣οιβὴν ἀποτίνειν ΤΡΙΑΝΩ ὑμ̣εῖν οὓς | |
φιλτάτους κέκρικεν αὐτῷ, ὁμολογοῦντες ε̣[ἰ]- | |
δέναι μὲν χάριν αὐτοῖς, συνηδόμ̣ενοι δὲ ὅτι | |
τοιοῦτον εὐτύχησε πολείτην. ἀνθ’ ὧν ἄλ[λως] | |
20 | καὶ ἔδοξεν τῇ ἱερᾷ ἡμῶν Ἁδριανῇ Ἀντ[ων]εί[νῃ] περι- |
[πολι]στικῇ θ̣υμ̣ε[λ]ικῇ μεγάλῃ νεωκόρῳ ἐπὶ Ῥώ- | |
μη<ς> συνόδῳ ψήφισμα στ[— — —]τον[— — —]λμα․[—]- | |
ρα εἰκών[— — —] καὶ ἀ[ν]δριάντ[— — — —] | |
ἀναστάσε[— — — —] | |
b.1 | ἀνέστη[— — —] |
ἐπὶ ὑπάτων Κυ(ίντου) | |
Φαβίου Κατυλλεί- | |
νου, Μ(άρκου) Φ[λ]αβίου Ἄ- | |
5 | περος, ἐπὶ δὲ βα- |
σιλείας Ἡρακλείδου | |
Ἡρακλείτου. |