[ ]
Pont. — Herakleia (Ereğli) — 2nd c. AD
| a.1 | πᾶσαν ἐπίστασθαι χάριν ὁμολογοῦμεν Μαρκίῳ Ξ̣ε- |
| νοκράτῃ τῷ ὑμετέρῳ πολεί<τῃ> καὶ διὰ τὴν τῶν | |
| ἠθῶν σεμνότατα καὶ διὰ τὴν τοῦ βίου κο- | |
| σμιότατα. αὔξει μὲν καὶ γεραίρει τὸ τῆς ὐ- | |
| 5 | μετέρας πόλεως ἀξίωμα, κοσμεῖ δὲ τὸ ἱε- |
| ρὸν ἡμῶν συνέδριον, οὐ μόνον τῇ κατὰ τὸ | |
| ἔργον ἀρετῇ ἧς ἐστὶν περιβόητος, ἀλλὰ | |
| καὶ <τ>ῇ κατὰ τὴν εὔνοιαν σπουδῇ φιλοτειμό- | |
| τατος ὑπάρχων, ὡς καὶ τοὺς καθ’ ἕνα τῶν ἡμε- | |
| 10 | τέρ̣ων συνοδιτῶ<ν> εὐεργετεῖν καὶ ἐν τοῖς |
| τῷ κοινῷ ἀνήκουσι προθύμως ἅπαντα πράτ- | |
| τειν, ὡς καὶ ἤδη διὰ τῆς ἑαυτοῦ προνοίας | |
| οὐ κοινὰ οὐδὲ τὰ τυχόντα κατορθῶσαι ἡμεῖ- | |
| ν. ὅθεν εὐεργετουμένοις τοσαῦτα μόνως οὕ- | |
| 15 | τως ἐλογισάμ̣εθα δύνασθαι τὴν καταξίαν τῆς |
| χάριτος ἀμ̣οιβὴν ἀποτίνειν ΤΡΙΑΝΩ ὑμ̣εῖν οὓς | |
| φιλτάτους κέκρικεν αὐτῷ, ὁμολογοῦντες ε̣[ἰ]- | |
| δέναι μὲν χάριν αὐτοῖς, συνηδόμ̣ενοι δὲ ὅτι | |
| τοιοῦτον εὐτύχησε πολείτην. ἀνθ’ ὧν ἄλ[λως] | |
| 20 | καὶ ἔδοξεν τῇ ἱερᾷ ἡμῶν Ἁδριανῇ Ἀντ[ων]εί[νῃ] περι- |
| [πολι]στικῇ θ̣υμ̣ε[λ]ικῇ μεγάλῃ νεωκόρῳ ἐπὶ Ῥώ- | |
| μη<ς> συνόδῳ ψήφισμα στ[— — —]τον[— — —]λμα․[—]- | |
| ρα εἰκών[— — —] καὶ ἀ[ν]δριάντ[— — — —] | |
| ἀναστάσε[— — — —] | |
| b.1 | ἀνέστη[— — —] |
| ἐπὶ ὑπάτων Κυ(ίντου) | |
| Φαβίου Κατυλλεί- | |
| νου, Μ(άρκου) Φ[λ]αβίου Ἄ- | |
| 5 | περος, ἐπὶ δὲ βα- |
| σιλείας Ἡρακλείδου | |
| Ἡρακλείτου. |