BCH 13 (1889) 315,24 BCH 25 (1901) 30,172
[ ] Paphl. — Kaisareia Hadrianopolis — Burunsuz — BCH 13.1889.315,24
1 ἐκνεύσας ἐσαθρῆσον ἐμὸν τάφον, ὦ παροδεῖτα·
κεῖμαι γὰρ Δήμαρχος ὁσίως ζήσας περὶ πάντα,
εὐσεβίην τε παθὼν ὑπὸ Κυρίλλης ἀλόχου μου
παίδων τε γλυκερῶν Δημο[σθέ]νους τε καὶ Ἡλίου
5 οἵτινες ἀθάνατον μνήμην, τύμβον, ἔτευξαν ἐμοί.
Search Help
Contact Us