[ ]
Paphl. — Kaisareia Hadrianopolis — Burunsuz — BCH 13.1889.315,24
| 1 | ἐκνεύσας ἐσαθρῆσον ἐμὸν τάφον, ὦ παροδεῖτα· |
| κεῖμαι γὰρ Δήμαρχος ὁσίως ζήσας περὶ πάντα, | |
| εὐσεβίην τε παθὼν ὑπὸ Κυρίλλης ἀλόχου μου | |
| παίδων τε γλυκερῶν Δημο[σθέ]νους τε καὶ Ἡλίου | |
| 5 | οἵτινες ἀθάνατον μνήμην, τύμβον, ἔτευξαν ἐμοί. |