[ ]
Car. — Aphrodisias — 117-138 AD — LBW 1620; MAMA VIII 417
1 | [․․․ 12/13 ․․․]Ι̣Τ̣Ο̣#⁷̣Ξ̣#⁷̣#⁷̣[․․․․․] |
[․․ 9/10 ․․]Ι̣ stop ἔδοξεν τῇ ἱερᾷ ξ[υστικῇ πε]- | |
ριπολιστικῇ εὐσεβεῖ σεβαστῇ [συνόδῳ καὶ] | |
τῷ σύνπαντι ξυστῷ τῶν περὶ τ[ὸν Ἡρακλέα] | |
5 | καὶ αὐτοκράτορα Καίσαρα Τραιαν[ὸν Ἁδρι]- |
ανὸν Σεβαστὸν διαπέμψασθαι [τόδε τὸ ψήφισ]- | |
μα τῇ ἱερωτάτῃ Ἀφροδεισιέων βο[υλῇ καὶ] | |
τῷ δήμῳ stop ἐπεὶ Καλλικράτης Διογέν̣[ους Ἀφρο]- | |
δ̣εισιεὺς πανκρατιαστὴς ἱερονείκη[ς πλεισ]- | |
10 | [τ]ονείκης ἀπὸ πρώτης ἡλικίας ε[ἰς τὰς ὁ]- |
δοὺς τῆς ἀρετῆς τραπεὶς ἱδρῶσι [καὶ πό]- | |
νοις ἐκτήσατο τὴν εὐκλεῆ δόξαν [․․ 5/6 ․․]- | |
τητός τε παρὰ πᾶσιν ἀνθρώποις καθ’ [ὅλης τῆς] | |
οἰκουμένης γείνεται διά τε τὴν ὁλόκλ[ηρον] | |
15 | αὐτῷ πεφιλοπονημένην σοφίαν· σώματ̣ι γὰρ ὑ- |
περβάλων ἅπαντας ἀρχαίους ἐθαυμάσθη [τὴν] | |
[φύ]σιν, ψυχῆς τε ἐπιμελούμενος ἐμακαρί- | |
ζετο τὸν τρόπον· ὧν ἕνεκα ἁπάντων πρὸς | |
τὸ ὑπερβάλλον τῆς δόξης ἑρπύσας ὁ βάσκα- | |
20 | νος φθόνος τὸ κοινὸν ἡμῶν ἀγαθὸν νεμεσή- |
σας ἀπήνεγκεν ἐνειρείσας εἰς μέρη τοῦ σώμα- | |
τος τὰ εὐχρηστότατα πανκρατιασταῖς, τοὺς ὤ- | |
μους· διὸ ἔδοξεν τύχῃ τῇ ἀγαθῇ αἰτήσασ- | |
θαι τὴν Ἀφροδεισιέων πόλιν τόπους ἐπιτη- | |
25 | δείους, ὅπως ποιησώμεθα τοῦ μεγάλου ἱερο- |
νείκου εἰκόνων ἀναθέσεις καὶ ἀνδρειάν- | |
τος ἀνάστασιν καθὰ καὶ ἐν τῇ μητροπόλει | |
τῆς Ἀσίας Ἐφέσῳ stop ἐχουσῶν τῶν τειμῶν | |
ἐπιγραφὰς τὰς προσηκούσας τῷ Καλλικράτει, | |
30 | ἵνα διὰ τούτου τοῦ ψηφίσματος τὸ βαρύθυμον |
πρὸς εἱμαρμένην ἀπαραίτητον αἱ τῶν τει- | |
μῶν χάριτες εὐπαρηγόρητον ἡμεῖν τὸν συν- | |
%⁸¹αθλητὴν καταστήσωσιν vac. |