[ ]
Car. — Aphrodisias — 117-138 AD — LBW 1620; MAMA VIII 417
| 1 | [․․․ 12/13 ․․․]Ι̣Τ̣Ο̣#⁷̣Ξ̣#⁷̣#⁷̣[․․․․․] |
| [․․ 9/10 ․․]Ι̣ stop ἔδοξεν τῇ ἱερᾷ ξ[υστικῇ πε]- | |
| ριπολιστικῇ εὐσεβεῖ σεβαστῇ [συνόδῳ καὶ] | |
| τῷ σύνπαντι ξυστῷ τῶν περὶ τ[ὸν Ἡρακλέα] | |
| 5 | καὶ αὐτοκράτορα Καίσαρα Τραιαν[ὸν Ἁδρι]- |
| ανὸν Σεβαστὸν διαπέμψασθαι [τόδε τὸ ψήφισ]- | |
| μα τῇ ἱερωτάτῃ Ἀφροδεισιέων βο[υλῇ καὶ] | |
| τῷ δήμῳ stop ἐπεὶ Καλλικράτης Διογέν̣[ους Ἀφρο]- | |
| δ̣εισιεὺς πανκρατιαστὴς ἱερονείκη[ς πλεισ]- | |
| 10 | [τ]ονείκης ἀπὸ πρώτης ἡλικίας ε[ἰς τὰς ὁ]- |
| δοὺς τῆς ἀρετῆς τραπεὶς ἱδρῶσι [καὶ πό]- | |
| νοις ἐκτήσατο τὴν εὐκλεῆ δόξαν [․․ 5/6 ․․]- | |
| τητός τε παρὰ πᾶσιν ἀνθρώποις καθ’ [ὅλης τῆς] | |
| οἰκουμένης γείνεται διά τε τὴν ὁλόκλ[ηρον] | |
| 15 | αὐτῷ πεφιλοπονημένην σοφίαν· σώματ̣ι γὰρ ὑ- |
| περβάλων ἅπαντας ἀρχαίους ἐθαυμάσθη [τὴν] | |
| [φύ]σιν, ψυχῆς τε ἐπιμελούμενος ἐμακαρί- | |
| ζετο τὸν τρόπον· ὧν ἕνεκα ἁπάντων πρὸς | |
| τὸ ὑπερβάλλον τῆς δόξης ἑρπύσας ὁ βάσκα- | |
| 20 | νος φθόνος τὸ κοινὸν ἡμῶν ἀγαθὸν νεμεσή- |
| σας ἀπήνεγκεν ἐνειρείσας εἰς μέρη τοῦ σώμα- | |
| τος τὰ εὐχρηστότατα πανκρατιασταῖς, τοὺς ὤ- | |
| μους· διὸ ἔδοξεν τύχῃ τῇ ἀγαθῇ αἰτήσασ- | |
| θαι τὴν Ἀφροδεισιέων πόλιν τόπους ἐπιτη- | |
| 25 | δείους, ὅπως ποιησώμεθα τοῦ μεγάλου ἱερο- |
| νείκου εἰκόνων ἀναθέσεις καὶ ἀνδρειάν- | |
| τος ἀνάστασιν καθὰ καὶ ἐν τῇ μητροπόλει | |
| τῆς Ἀσίας Ἐφέσῳ stop ἐχουσῶν τῶν τειμῶν | |
| ἐπιγραφὰς τὰς προσηκούσας τῷ Καλλικράτει, | |
| 30 | ἵνα διὰ τούτου τοῦ ψηφίσματος τὸ βαρύθυμον |
| πρὸς εἱμαρμένην ἀπαραίτητον αἱ τῶν τει- | |
| μῶν χάριτες εὐπαρηγόρητον ἡμεῖν τὸν συν- | |
| %⁸¹αθλητὴν καταστήσωσιν vac. |