[ ] Car. — Aphrodisias — 212-250/60 AD — ii: HSCP 85.1981.107-129
i.1 [— —
[․․․] ἐσπουδακότας ἀποδεχο[μέ]-
[νης] ἀεὶ ταῖς πρεπούσαις καὶ δικα[ί?%⁸¹]-
[αις] πρὸς ἀξίαν μαρτυρίαις τῆς λαμ-
5 [πρ]οτάτης πόλεως τῶν Ἐφεσίων καὶ vac.
υ]νηδομένης ὡς οἰκείοις τοῖς παν-
[τῶ]ν ἀγαθοῖς, καὶ, ὅσα ταῖς ἄλλαις πο-
[λ]εσιν ἐν τοῖς ἐπιφανέσιν τῶν ἀν-
[δ]ρῶν ὑπάρχει πρὸς εὐδοκίμησιν
[ἐ]ξαίρετα, ταῦτα ὑπάρχειν εὐτυχή-
10 [μ]ατα, πλεῖον δέ τι τῆς περὶ τὴν εὔνοι-
[α]ν ῥοπῆς ἀπονεμούσης τῇ λαμ-
π̣ροτάτῃ πόλει τῶν Ἀφροδεισιέων
[π]ρὸς τὴν πολλὰ καὶ ἐξαίρετα περὶ
[τ]ὴ̣ν̣ ἀντίδοσιν τῆς φιλοστοργίας
15 ἐστιν αὐτῇ δίκαια, καὶ διὰ ταῦτα v.
Αὐρ(ήλιον) Ἀχιλλέα, σώματος μὲν ἄσκη-
σιν ἐπανελόμενον, ἀθλήσεως δὲ
τὸν γενναιότατον, βίου δὲ καὶ προ-
αιρέσεως τὸν σεμνότατον, ὡς ἐν αὐ-
20 τῷ πᾶσαν κεκρᾶσθαι τὴν ἀρετὴν ὅσην
ψυχῆς ἐστιν καὶ σώματος, ἀποδε-
ξαμένης μὲν πολλάκις καὶ ἐν τοῖς
φθάνουσιν ἀγῶσιν οἷς ἐκόσμησεν
διαπρεπῶς καὶ μετὰ πάσης ἀγω-
25 νισάμενος ἀνδρείας, μάλιστα δὲ
ἐν τῷ τῶν Ὀλυμπίων ἀγῶνι, ὅτι προ̣-
τρεψαμένης αὐτὸν ὡς πατρίδος
τῆς πόλεως εἰς τὸ τελεώτατον τῶν
ἀγωνισμάτων καὶ τὴν κρίσιν τῶν ἀν-
30 δρῶν μετελθεῖν, ὑπακούσας κα[ὶ]
πεισθεὶς τῇ προτροπῇ τούς τε ἀν-
τιπάλους κατηγωνίσατο καὶ μετὰ
τοσαύτης δόξης τὸν κότινον ἀνε̣-
δήσατο ὡς ἐν τοῖς μάλιστα τῶν
35 εὐδοκιμησάντων ἀγωνισμάτων
καταριθμεῖσθαι τὴν ἀνδρείαν αὐ-
τοῦ καὶ προθυμίαν scroll διὰ ταῦτα ἔ-
δοξεν μὴ μέχρις μόνης τῆς γνώ-
σεως τῶν παρόντων μηδὲ τῶν ἀ-
40 παντησάντων κατὰ καιρὸν τῷ στα-
δίῳ στῆναι τὴν περὶ τούτων μαρτυρί-
αν, ἀ[λλ]ὰ γὰρ καὶ παρακαταθέσθ[αι] δι[ὰ]
TOU/TOU TOU= YHFI/SMATOS E)/TI MA=[L]-
λον αὐτὸν τῇ πατρίδι.
45
ii [․․․
1 εἴτ̣ε δὲ Βαριανοῖ̣ο̣ Ι̣Ι̣-Ο̣[․․․․․․․]
vac. ἀγορεύσεις vac.
μέτροις νεικήσας τοῦτο[ν ἔχω]
vac.  κότινον vac.
5 εἴτ’ ἐπιφημίξῃς τὸν ἔφη[βον Ἀ]-
vac.  ρείονα φωτῶν vac.
καὶ κατὰ τούτου 〚Ζεύ〛ς̣ ὤπα̣[σε]
vac.  μοι κότινον vac.
ἐν πᾶσιν δὲ ἐθνέων ΕΙΡ[․․․]
10 vac.  σταδίοις τόσος εἰμί [vac.]
ὅσσον μήτις ἐμῶν ἀστὸς ἔ[φυ]
vac.  προφέρειν vac.
πλῆθος δὲ στεφάνων ἀγορεύ-
%⁸¹ει σοι κλέος ἄλλων vac.
15 εἰκόνι λαινέῃ καὶ τύπῳ ἡμετέρῳ.
πόλλακ̣ι̣ γὰρ δὴ 〚Πύθια ἔ〛χω καὶ Ὀ-
%⁸¹〚λύμπια〛 δεῖα vac.
ἀντιπάλους νεικῶν κυδίμ(ῳ)
vac.  εὐκλείῃ vac.
20 οὐδενὸς ἀνθρώπων δηρει̣-
%⁸¹σαμένου περὶ νείκης vac.
[ε]ἰ̣ς ἔριν ἐκλήτου δεύτερον ἀν-
%⁸¹τιάσαι vac.
Search Help
Contact Us