[ ]
Car. — Aphrodisias — CIG 2741; Reynolds, A&R 57
| 1 | ἀγαθῇ τύχῃ |
| Μᾶρκος Οὔλπιος Ἀππουλήιος Εὐρυκλῆς ἀρχιερεὺς Ἀσίας ἀποδεδει[γ]μένο[ς] | |
| ναῶν 〚ΚΑΙ〛 τῶν ἐν Σμύρνῃ τ<ὸ> βʹ Ἀφροδισ[ι]έων ἄρχουσι βουλῇ δήμῳ χαίρε[ι]ν· | |
| βουληθέντων ὑμῶν πρόνοιαν ποιήσασθαί με καὶ τῶν κατὰ τοὺς ἀγῶνας | |
| 5 | διά τε τὴν πρὸς τὸν μέγιστον Αὐτοκράτορα εὐσεβείαν Μᾶρκον Αὐρήλιον |
| όμοδον Ἀντωνῖνον Σεβαστόν, καὶ διὰ τὴν πρὸς τοὺς διαθεμένους | |
| μνήμην καὶ διὰ τὴν τῆς πόλεως δό<ξ>αν, ἤδη καὶ τῶν ἀπὸ τῆς συνόδου π[ολ]- | |
| λάκις ἐντυχόντων μοι, οὐδὲ τοῦτο τὸ μέρος κατέλιπον ἀδιάκριτον, | |
| ἑπόμενος τῇ κατὰ τὴν λογιστείαν τά<ξ>ε[ι] καὶ προθυμίᾳ μέχρι νῦν τῆς περὶ | |
| 10 | τοὺς ἀγῶνας καταστάσεως ἐνλειπούσης διὰ τὴν τῶν χρημάτων πα- |
| ρασκευὴν ὀφειλόντων συ[ναυξ]ηθῆναι κατά τε τὰς τῶν τελευτησάν- | |
| των γνώμας καὶ κατὰ τὸ ἀξί<ω>μα τοῦ πόρου ἀφ’ οὗ <χ>ρὴ τοὺς ἀγῶνα[ς] ἐπιτελεῖσθαι. | |
| ἀγὼν μὲν δὴ ὁ ἐκ τῶν Φλαβίου Λυσιμάχου διαθηκῶν προελήλυ- | |
| θεν εἰς ἀρχείου πόρου μυριάδας δ<ώ>δεκα ὡς δύνασθαι ἀπὸ τού- | |
| 15 | των παρὰ ἔτη τέσσαρα πληροῦσθαι τὸν μ(ο)υσικὸν ἀγῶνα καθὰ τῷ |
| διαθεμέν<ῳ> ἔδοξεν. αἱ δὲ μετὰ τὰς δ<ώ>δεκα μυριάδας <ο>ὖσαι ἐν ἐκ- | |
| δανεισμῷ καὶ ὁ προσγεγ<ο>ν<ὼ>ς τούτοις τόκος μέχρι ἀρχῆς [ἔ]τους | |
| [ποιεῖ] κεφαλείου δηναρίων μυριάδας τρεῖς δηνάρια χείλια ὀκτ<ω>κόσια | |
| τριάκοντα ἐννέα· δ<ύ>νασθε 〚Ι〛 οὖν ἀρχομένου τοῦ ἔτους τοῦτον | |
| 20 | τὸν ἀγῶνα ἐπιτελεῖν ἀγαθῇ τύχῃ ἐπὶ ἄθλοις ταλαντιαί- |
| οις καὶ ἀγωνίσμασιν κατὰ τὰ ἆθλα· προθεσμία δὲ εἰς τὸν ἑ- | |
| ξῆς χρόνον καὶ τὴν ἐπιοῦσαν τετραετηρίδα 〚Σ〛 ἔσται χρ<ό>[νος] | |
| ὁ ἀπὸ [Βαρ]<β>ιλλήων τῶν Ἐφέσῳ [ἀγομένων] πρὸς [Κοινὰ] Ἀσίας [? ἔρρωσθε] leaf |