[ ]
Lemnos — Kabeirion — 250-200 BC
1 | ἐπὶ Δημητρίου ἄρχοντος, ἔδ[ο]ξεν τῶι δήμωι, Δει̣- |
νίας Δημοσθένου Θριάσιος εἶπεν· ἐπειδὴ οἱ θε- | |
ωροὶ οἱ ἀποσταλέντες ὑπὸ τοῦ δήμου τοῦ Ἀθη- | |
ναίων τῶν ἐμ Μυρίνει ἐπ’ Ἀρ[ισ]τείδου ἄρχοντος | |
5 | εἰς τὴν θυσίαν τοῖς Καβείρο[ι]ς̣ τ̣ῶν Ὡραίων κα- |
λῶς καὶ εὐσεβῶς ἔθυσαν το[ῖ]ς θεοῖς ὑπὲρ τοῦ | |
δήμου καὶ τἆλλα ἔπραξαν κατὰ τοὺς θεσμοὺς | |
καὶ τὰ ψηφίσματα τοῦ δήμου τ[οῦ] ἀ̣ποστείλαν- | |
τος ἑαυτούς, καὶ τὸ ἱερὸν ἐπε[κόσ]μησαν, ὅπως | |
10 | ἂν οὖν πάντες οἱ παραγιγνό[μενοι εἰς τ]ὴν θυ- |
σίαν ταύτην φιλοτιμῶντα[ι πρὸς τὸ ἱερὸν καὶ] | |
τοὺς θεοὺς καὶ τἆλλα πράτ[τωσιν κατὰ τοὺς] | |
θεσμοὺς καὶ τὰ ψηφίσματα κ̣[αθ’ ἃ ἐπαινε]- | |
θήσονται καὶ στεφανωθήσον[ται ὑπὸ τοῦ δήμου] | |
15 | τῶν τετελεσμένων ἀξίως [τῆς εὐσεβείας], |
τύχει ἀγαθεῖ δεδόχθαι τῶι δ[ήμωι ἐπαινέσαι] | |
[κ]αὶ στεφανῶσαι θαλλοῦ στ[εφάνωι — — — —] | |
— — — — —σ̣οδωρον Ἄνδρ— — — — — — — — — | |
— — — — — — —γ̣οντ— — — — — — — — — — — |