[ ] Lemnos — Kabeirion — 250-200 BC
1 ἐπὶ Δημητρίου ἄρχοντος, ἔδ[ο]ξεν τῶι δήμωι, Δει̣-
νίας Δημοσθένου Θριάσιος εἶπεν· ἐπειδὴ οἱ θε-
ωροὶ οἱ ἀποσταλέντες ὑπὸ τοῦ δήμου τοῦ Ἀθη-
ναίων τῶν ἐμ Μυρίνει ἐπ’ Ἀρ[ισ]τείδου ἄρχοντος
5 εἰς τὴν θυσίαν τοῖς Καβείρο[ι]ς̣ τ̣ῶν Ὡραίων κα-
λῶς καὶ εὐσεβῶς ἔθυσαν το[ῖ]ς θεοῖς ὑπὲρ τοῦ
δήμου καὶ τἆλλα ἔπραξαν κατὰ τοὺς θεσμοὺς
καὶ τὰ ψηφίσματα τοῦ δήμου τ[οῦ] ἀ̣ποστείλαν-
τος ἑαυτούς, καὶ τὸ ἱερὸν ἐπε[κόσ]μησαν, ὅπως
10 ἂν οὖν πάντες οἱ παραγιγνό[μενοι εἰς τ]ὴν θυ-
σίαν ταύτην φιλοτιμῶντα[ι πρὸς τὸ ἱερὸν καὶ]
τοὺς θεοὺς καὶ τἆλλα πράτ[τωσιν κατὰ τοὺς]
θεσμοὺς καὶ τὰ ψηφίσματα κ̣[αθ’ ἃ ἐπαινε]-
θήσονται καὶ στεφανωθήσον[ται ὑπὸ τοῦ δήμου]
15 τῶν τετελεσμένων ἀξίως [τῆς εὐσεβείας],
τύχει ἀγαθεῖ δεδόχθαι τῶι δ[ήμωι ἐπαινέσαι]
[κ]αὶ στεφανῶσαι θαλλοῦ στ[εφάνωι — — — —]
— — — — —σ̣οδωρον Ἄνδρ— — — — — — — — —
— — — — — — —γ̣οντ— — — — — — — — — — —
Search Help
Contact Us