1 | Σέρ(βιος) Καλπούρνιος Ἰουλιανός, |
δὶς χειλίαρχος, στεφανηφό- | |
ρος, στρατηγ[ό]ς, ἀγορανόμος, | |
ἐ<πι>τετελεκὼς καὶ τὰς λοιπὰς | |
5 | λειτουργίας καὶ ὑπηρεσίας πά- |
σας τῇ πατρίδι κατεσ[κεύ]ασεν | |
τὸ μνημεῖον ἑαυτῷ καὶ Κ̣α<λ>- | |
πουρνίᾳ [Μ]ητροδώρᾳ τῇ γυναι- | |
κὶ καὶ τοῖς [τ]έκνοις Πε̣ίσω- | |
10 | νι καὶ Ἰουλιανῷ, οὐδενὸς ἑτέ- |
ρου ἔχοντος ἐξουσίαν ἐνθάδ[ε] | |
τ<ε>θῆναι μηδὲ [σα]λεῦσαί τι τῶν | |
ὑπ’ ἐμοῦ κατεσκευασμένων | |
κατὰ μηδένα τ<ρ>όπον, ἀλλὰ μέ- | |
15 | νειν αὐτὰ εἰς αἰῶνα ἀκείνητα. |
TAM V,2
1409