[ ] Lyd., N.W. — Magnesia on Sipylos (Manisa), Area N. of — Paşaköy — 358-378? AD — Grégoire 118,333bis
1 𐆠 ἴχνεσιν ἀποστόλων ἐπιβὰς ἀνὴρ ὧδε ἐν σαρκεί τε μὴ κατὰ σάρκα ἱερατευ-
σάμενος καὶ ταύτῃ μακάρων ἀτραποὺς ἐλθὼν ἐνθάδε σκῆνος ἐνθέου ψυχῆς ἀπολέλυπεν,
πολὺς μὲν λάμψας ἀσκήσει, πολὺς δὲ ἀγάπῃ γενάμενος ἐπίσκοπος θεῖος· ὃς δὴ καὶ κατὰ πά-
σης αἱρέσεως ὁπλισάμενος τὴν ἀληθῆ τῶν πατέρων τῆς καθολικῆς ἐκλησίας διεσώσατο <πίστιν>,
5 Μακεδόνιος οὗτος, λαμπρὸν ἐντάφιον ἐπὶ τέλει καὶ τὸ κατὰ τοῦ ἀνομοίου δα[μονος]
ἐν πολλοῖς τοῖς ὑπὲρ Χριστοῦ διωγμοῖς ἀπενενκάμενος κλέος.
Search Help
Contact Us