[ ]
Lyd., N.W. — Magnesia on Sipylos (Manisa), Area N. of — Paşaköy — 358-378? AD — Grégoire 118,333bis
1 | 𐆠 ἴχνεσιν ἀποστόλων ἐπιβὰς ἀνὴρ ὧδε ἐν σαρκεί τε μὴ κατὰ σάρκα ἱερατευ- |
σάμενος καὶ ταύτῃ μακάρων ἀτραποὺς ἐλθὼν ἐνθάδε σκῆνος ἐνθέου ψυχῆς ἀπολέλυπεν, | |
πολὺς μὲν λάμψας ἀσκήσει, πολὺς δὲ ἀγάπῃ γενάμενος ἐπίσκοπος θεῖος· ὃς δὴ καὶ κατὰ πά- | |
σης αἱρέσεως ὁπλισάμενος τὴν ἀληθῆ τῶν πατέρων τῆς καθολικῆς ἐκλησίας διεσώσατο <πίστιν>, | |
5 | Μακεδόνιος οὗτος, λαμπρὸν ἐντάφιον ἐπὶ τέλει καὶ τὸ κατὰ τοῦ ἀνομοίου δαί[μονος] |
ἐν πολλοῖς τοῖς ὑπὲρ Χριστοῦ διωγμοῖς ἀπενενκάμενος κλέος. |