[ ]
Lyd., N.W. — Magnesia on Sipylos (Manisa), Area N. of — Paşaköy — 358-378? AD — Grégoire 118,333bis
| 1 | 𐆠 ἴχνεσιν ἀποστόλων ἐπιβὰς ἀνὴρ ὧδε ἐν σαρκεί τε μὴ κατὰ σάρκα ἱερατευ- |
| σάμενος καὶ ταύτῃ μακάρων ἀτραποὺς ἐλθὼν ἐνθάδε σκῆνος ἐνθέου ψυχῆς ἀπολέλυπεν, | |
| πολὺς μὲν λάμψας ἀσκήσει, πολὺς δὲ ἀγάπῃ γενάμενος ἐπίσκοπος θεῖος· ὃς δὴ καὶ κατὰ πά- | |
| σης αἱρέσεως ὁπλισάμενος τὴν ἀληθῆ τῶν πατέρων τῆς καθολικῆς ἐκλησίας διεσώσατο <πίστιν>, | |
| 5 | Μακεδόνιος οὗτος, λαμπρὸν ἐντάφιον ἐπὶ τέλει καὶ τὸ κατὰ τοῦ ἀνομοίου δαί[μονος] |
| ἐν πολλοῖς τοῖς ὑπὲρ Χριστοῦ διωγμοῖς ἀπενενκάμενος κλέος. |