[ ]
Lyd., N.W. — Magnesia on Sipylos (Manisa), Area N. of — Sarıçam — OGIS 333; Welles 273,68
See also:
1 | ἀσυλίαν τῆς παρ’ ὑμεῖν Περσικῆ[ς θεᾶς] |
ἐπὶ τούτωι βεβαιῶ ὑμεῖν{ν} ἐφ’ ᾧ μ[ηδὲν] | |
ἐν τῆι δωρεᾷ ταύτηι ἀλλαγῆνα[ι τὴν] | |
συνήθειαν, ἣν ἔχετε, εἴπερ ἀληθ[ῶς τὰ] | |
5 | γραφέντα λαβόντες παρά τε τ[ῶν πρόσθεν] |
καὶ τῶν ἐμῶν προγόνων ταύτῃ [χρῆσθε]. | |
δύο δὲ ὄντων ψηφισμάτων ἅ μ[οι ἔδωκαν] | |
οἱ ὑμέτεροι πρέσβεις καὶ σχεδὸν [ὁμοίων] | |
μίαν πρὸς αὐτὰ ὑπηγόρευσα ἐπιταγ[ήν, ἣν] | |
10 | γραφεῖσαν τύπῳ τοῖς δυσὶν ὑμῶν [πρέσβεσιν] |
ἐκέλευσα δοθῆναι καὶ τὰ ὀνόματα [τῶν] | |
συμπρεσβευσάντων αὐτοῖς [ἐγγραφῆναι]. |