[ ] Lyd., N.W. — Magnesia on Sipylos (Manisa), Area N. of — Sarıçam — OGIS 333; Welles 273,68
1 ἀσυλίαν τῆς παρ’ ὑμεῖν Περσικῆ[ς θεᾶς]
  ἐπὶ τούτωι βεβαιῶ ὑμεῖν{ν} ἐφ’ ᾧ μ[ηδὲν]
  ἐν τῆι δωρεᾷ ταύτηι ἀλλαγῆνα[ι τὴν]
  συνήθειαν, ἣν ἔχετε, εἴπερ ἀληθ[ῶς τὰ]
5   γραφέντα λαβόντες παρά τε τ[ῶν πρόσθεν]
  καὶ τῶν ἐμῶν προγόνων ταύτῃ [χρῆσθε].
δύο δὲ ὄντων ψηφισμάτων ἅ μ[οι ἔδωκαν]
  οἱ ὑμέτεροι πρέσβεις καὶ σχεδὸν [ὁμοίων]
  μίαν πρὸς αὐτὰ ὑπηγόρευσα ἐπιταγ[ήν, ἣν]
10   γραφεῖσαν τύπῳ τοῖς δυσὶν ὑμῶν [πρέσβεσιν]
  ἐκέλευσα δοθῆναι καὶ τὰ ὀνόματα [τῶν]
  συμπρεσβευσάντων αὐτοῖς [ἐγγραφῆναι].
Search Help