[ ]
Lyd., N.W. — Magnesia on Sipylos (Manisa) — Sultan Yaylası — I.Mag.Sip. 147,28
1 | Ἀλέξανδρος Ἀλεξάνδρου Γέ- |
μνις κατεσκεύασεν τὸ μνημῖ- | |
ον καὶ τὴν σορὸν ἑαυτῷ καὶ Μελ- | |
τίνῇ τῇ συμβίῳ· μηδενὶ δ’ ἐξὸν | |
5 | ἤτω τεθῆναι ἑτέρῳ, ἐπὶ ὑποκεί- |
σεται τῇ πόλι (δην.) ͵βφʹ· ὃς ἂν δὲ ἀν̣[ί]- | |
ξει τὴν σορὸν μετὰ τὸ τεθῆν[αι] | |
τὸν Ἀλέξανδρον μηδ’ αὐτῷ γῆ βα- | |
τὴ μηδὲ θάλασσα πλωτὴ μὴ | |
10 | τέκνων ὄνησις, ἀλλὰ ὤλη πανώ- |
λη γένοισαν καὶ τοὺς ἐπουρανί- | |
ους καὶ καταχθονίους θεοὺς | |
κεχολωμένους ἔχοισαν. |