[ ] Lyd., N.W. — Magnesia on Sipylos (Manisa) — Sultan Yaylası — I.Mag.Sip. 147,28
1 Ἀλέξανδρος Ἀλεξάνδρου Γέ-
μνις κατεσκεύασεν τὸ μνημῖ-
ον καὶ τὴν σορὸν ἑαυτῷ καὶ Μελ-
τίνῇ τῇ συμβίῳ· μηδενὶ δ’ ἐξὸν
5 ἤτω τεθῆναι ἑτέρῳ, ἐπὶ ὑποκεί-
σεται τῇ πόλι (δην.) ͵βφʹ· ὃς ἂν δὲ ἀν̣[ί]-
ξει τὴν σορὸν μετὰ τὸ τεθῆν[αι]
τὸν Ἀλέξανδρον μηδ’ αὐτῷ γῆ βα-
τὴ μηδὲ θάλασσα πλωτὴ μὴ
10 τέκνων ὄνησις, ἀλλὰ ὤλη πανώ-
λη γένοισαν καὶ τοὺς ἐπουρανί-
ους καὶ καταχθονίους θεοὺς
κεχολωμένους ἔχοισαν.
Search Help
Contact Us