[ ] Lyd., N.W. — Magnesia on Sipylos (Manisa) — Sanct. of Meter Plastene — I.Mag.Sip. 152,36
1 ἡ βουλὴ καὶ ὁ δῆμος
ἐτείμησαν Ἀπολ-
λώνιον — τοῦ
Ἀλεξάνδρου Σκυ-
5 ταλᾶν φιλοτείμως
καὶ μεγαλοψύχως
πάντα παρασχόντα
τῇ ἑαυτοῦ πατρίδι,
ἐξαιρέτως δέ, ἐπεὶ
10 καὶ τὸν ναὸν ἐκ τῶν
ἰδίων κατασκευάσας
ἐκ βυθῶν σὺν τῷ παν-
τὶ κόσμῳ τῇ θεῷ
καθειέρωσεν,
15 πάντων φίλον.
Search Help
Contact Us