[ ] Lyd., N.W. — Hyrkanis (Halitpaşa-Papazlı) — Tyan(n)ollos: Lütfiye-Arpalı
1                                  —ΙΑ̣Δ—
[— — — — — — — — — — — —]διος αὐτῆς [— — — — — — — — — —]
[— — — — — — — —]εν π̣αν(?)χρύσῳ στεφ̣ά̣[νῳ — — — κ]αὶ δι̣-
[— — — — δέξα]σθαι δὲ αὐτὸ καὶ ἄγεσθαι ἡμέρας [ἱερὰς] τὴν κ̣ώμη[ν]
5 [— — — — ἐκ τῶ]ν τῆς κώμης προσόδων ․Ν[— — —]Α․․ θυσ[ί]-
[ας θεοῖς Ἡρακ]λ̣εῖ καὶ Ἀφροδίτῃ, ἐν δὲ ταύταις ταῖς ἡ[μ]έ̣ραις γείνεσθαι
[ἀναγόρευσιν] αὐτῶν διὰ παντός, ὅτι στεφανοῦσιν οἱ κάτοικοι Μ-
[ᾶρκον(?) Ἀντώνιο]ν Μητρόδωρον καὶ Μᾶρκον Ἀντώνιον Γλύκωνα καὶ̣
[— — — — — — —] θυγατέρα Ἀρτεμιδώρου, τὴν καὶ Πλανγόνα, χρυσῷ στε-
10 φάνωι τοὺς ἑατῶν εὐεργέτας· ὁμοίως δὲ γείνεσθαι τὴν αὐ̣-
τὴν ἀναγόρευσιν διὰ παντὸς καὶ ἐν ταῖς ἄλλαις συνόδοις
[κ]ωμητικαῖς πάσαις, ἐπι[μελ]ομένων τῆς ἀναγορεύσεως τῶν
[κ]ατ’ ἐνιαυτὸν βραβευτῶν, τοῦ δὲ ἄγεσθαι τὰς ἡμέρας τῶν κ[α]-
τ’ ἐνιαυτὸν ἱε̣ρ̣[ε]ιῶν. ἐὰν δέ τ[ι]ς παραβῇ τι τούτων, ἀποτεισ[ά]-
15 τ̣ωσαν τῇ κατοικίᾳ ἱερὰς ἀπαρα̣ι̣τήτους δραχμὰς φʹ καὶ ἡ ἐ̣[κδι]-
[κί]α ἔστω τῷ βουλομένῳ. τὸ δὲ δόγμα το̣[ῦ]το̣ κ̣ύριον ἔστω̣ [εἰς]
τὸν ἅπαντα χρόνον καὶ ἀναγραφήτω κω̣μητικῶς εἰς σ[τήλλην]
λευκοῦ λίθου, ὅπως εἰς τὸν αἰῶνα διαμένῃ ἥ τε ε[ὐ— — —]
[τ]ῶν ἀνδρῶν καὶ ἡ τῶν κατοίκων εὐχαριστία.
Search Help