[ ]
Lyd., N.W. — Hyrkanis (Halitpaşa-Papazlı) — Tyan(n)ollos: Lütfiye-Arpalı
| 1 | —ΙΑ̣Δ— |
| [— — — — — — — — — — — —]διος αὐτῆς [— — — — — — — — — —] | |
| [— — — — — — — —]εν π̣αν(?)χρύσῳ στεφ̣ά̣[νῳ — — — κ]αὶ δι̣- | |
| [— — — — δέξα]σθαι δὲ αὐτὸ καὶ ἄγεσθαι ἡμέρας [ἱερὰς] τὴν κ̣ώμη[ν] | |
| 5 | [— — — — ἐκ τῶ]ν τῆς κώμης προσόδων ․Ν[— — —]Α․․ θυσ[ί]- |
| [ας θεοῖς Ἡρακ]λ̣εῖ καὶ Ἀφροδίτῃ, ἐν δὲ ταύταις ταῖς ἡ[μ]έ̣ραις γείνεσθαι | |
| [ἀναγόρευσιν] αὐτῶν διὰ παντός, ὅτι στεφανοῦσιν οἱ κάτοικοι Μ- | |
| [ᾶρκον(?) Ἀντώνιο]ν Μητρόδωρον καὶ Μᾶρκον Ἀντώνιον Γλύκωνα καὶ̣ | |
| [— — — — — — —] θυγατέρα Ἀρτεμιδώρου, τὴν καὶ Πλανγόνα, χρυσῷ στε- | |
| 10 | φάνωι τοὺς ἑατῶν εὐεργέτας· ὁμοίως δὲ γείνεσθαι τὴν αὐ̣- |
| τὴν ἀναγόρευσιν διὰ παντὸς καὶ ἐν ταῖς ἄλλαις συνόδοις | |
| [κ]ωμητικαῖς πάσαις, ἐπι[μελ]ομένων τῆς ἀναγορεύσεως τῶν | |
| [κ]ατ’ ἐνιαυτὸν βραβευτῶν, τοῦ δὲ ἄγεσθαι τὰς ἡμέρας τῶν κ[α]- | |
| τ’ ἐνιαυτὸν ἱε̣ρ̣[ε]ιῶν. ἐὰν δέ τ[ι]ς παραβῇ τι τούτων, ἀποτεισ[ά]- | |
| 15 | τ̣ωσαν τῇ κατοικίᾳ ἱερὰς ἀπαρα̣ι̣τήτους δραχμὰς φʹ καὶ ἡ ἐ̣[κδι]- |
| [κί]α ἔστω τῷ βουλομένῳ. τὸ δὲ δόγμα το̣[ῦ]το̣ κ̣ύριον ἔστω̣ [εἰς] | |
| τὸν ἅπαντα χρόνον καὶ ἀναγραφήτω κω̣μητικῶς εἰς σ[τήλλην] | |
| λευκοῦ λίθου, ὅπως εἰς τὸν αἰῶνα διαμένῃ ἥ τε ε[ὐ— — —] | |
| [τ]ῶν ἀνδρῶν καὶ ἡ τῶν κατοίκων εὐχαριστία. |