TAM V,2 1179
[ ] Lydia, NW [Thyat.] — Thyateira (Akhisar)? — IGRR 4.1243; IG XII,2.243
1 ἀ βολλὰ καὶ ὁ δᾶμος Αὖλον Κλώ-
διον Πε<ρ>εννιανὸν, στροταγήσ-
αντα ἄγνως καὶ εὐσταθέως ἐν κ-
αίροις ἐπιμεληίας δευομένοι-
5 ς, τὸν εἴρεα καὶ ἀρχειρέα καὶ λόγ<ιο>-
ν πρύτανιν ἀγωνοθέταν ἔνι ἐν-
ιαύτω, πεπληρώκο<ν>τα δὲ καὶ τ-
ὰν ἐν τᾶ πρώτα πατρίδι καὶ νεωκό-
ρω Περγαμήννων τῶν συνγε-
10 νέω<ν> πόλει τὰν ἐπώνυμον <ἀπὺ>
<βασιλέων πρυτανηίαν> ἂν ἐ-
κ γένεος δια<δ>ε<ξ>άμ<ε>νος τοῖ-
ς τᾶς ἀ<ξ>ίας βασμοῖς ἀνε<λ>-
όγησε.
Search Help
Contact Us