[ ] Lyd., N.W. — Thyateira (Akhisar) — Hacıosmanlar — Rom. Imp. period — SEG 26.1322
1   ὁ δῆμος ἐτείμησεν
  ὁ Λορηνῶν καὶ ὁ Θυα-
  τε{τ}ιρηνῶν {²⁶Θυατειρηνῶν}²⁶ Δόκιμον
  Διοκλέος Λεύκου Λεῦ-
5   κον. Σπένδουσα ἐτ<ε>ίμησε
  Δόκιμον τὸν ἑαυτῆς
  ἄνδρα· Ἀρτεμίδωρος
  καὶ Διοκλῆς Ἡφαιστίωνος
  ἐτείμησαν Δόκιμον.
10 μή με μακροῖς ἐπέεσσιν ἐπὶ στήλῃ πο-
τὶ τύμβῳ, | ὦ τέκνα, κοσμήσητε̣ ἐν δολίχοις
ἐλέγοις· | ἀλλὰ μόνον τό̣περ̣ ἦ̣ν ὄνο-
μ’, αὐτό μοι ἐγγράψαιτε· | ὡς <γ>ὰρ ἐκλῄ-
ζετ[έ] μ’ ἦν ἐν βι[ό]τῳ· δόκιμος. |
15 Λούκ̣ιε̣ ΜΛΛΡΟΕΤΙ․Ο․․․Ε
μ̣ετὰ Δοκίμου.
Search Help