[ ] Lyd., N.W. — Thyateira (Akhisar) — 233/4 AD
1 ἔτους τηιʹ, μη(νὸς) εʹ Ξαν̣-
δικοῦ ζʹ. ἐνθάδε,
οἶ, κεῖμαι Διόφαντος
νέκυς ἐν νεκύεσσιν, |
5 ὅς χάριν οὐκ ἀπέδωκα
Παύλᾳ ἣ ἔτεκέν με· |
μοῦνα γὰρ ἐν β<ρ>οτοῖ-
σιν ζήσας ἔτη εἴκοσι
τρεῖα· | πρὶν γαμετήν με
10 λαβεῖν πρὶν κὲ σπεῖρε φί-
λα τ<έ>κνα | ἥρπασ<ε> Μοῖρα κα-
κὴ κἀπήγαγεν Ἀΐδος εἴσω. |
Search Help
Contact Us