[ ]
Lyd., N.W. — Thyateira (Akhisar) — IGRR 4.1169
1 | οἱ σκυτοτόμοι ἐτείμησαν |
Τ. Φλάβιον Μητροφάνους υ- | |
ἱὸν Κυρείνα Ἀλέξανδρον | |
ἀγορανομήσαντα ἑξάμη- | |
5 | νον εὐτόνως καὶ πολυδα- |
πάνως, κουρατορεύσαντα | |
τοῦ τῶν Ῥωμαίων κονβέντου, | |
πρεσβεύσαντα πρὸς τὸν Σε- | |
[β]αστὸν εἰς Ῥώμην γʹ καὶ ἐκ- | |
10 | [δ]ικήσαντα τὰ ἀχθέντα ὑπὲρ |
[Ἀτταλ]εατῶν πράγματα δαπά- | |
[ναις] ἰδίαις, ἱερασάμενον τῆς Ἀρ- | |
[τέμ]ιδος εὐσεβῶς καὶ φιλοτείμως | |
[ὑπὲ]ρ Φλαβίας Ἀλεξάνδρας καὶ | |
15 | [Φλα]βίας Γλυκίννης τῶν θυγατέ- |
[ρων] ἀναθέντα. {²vac.}² |